8
Ἔπειτα εἰ κτίσμα λέγειλέγοι F. τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;