180
Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ,χαρίζει editi antiqi. καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθαἀποδεχόμεθα E. ἀποδεξόμεθα editi antiqi. χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
Ὀτρηίῳ Μελητινης
181
Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν ὁ κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδόταἰδόντα E. καὶ ἀπαγγέλλονταἀπαγγελοῖντα Coisl. secundus et Reg. secundus. ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
Τοῖς πρεσβυτέροις ΣαμοσάτωνΠαυλίνῳ πρεσβυτέρῳ ἐν ἐξορίᾳ ὄντι Claromontanus. Παυλίνῳ πρεσβύτῃ editi antiqi.