175
Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳὁ editi antiqi. ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες,συστήσαντες editi antiqi. ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος, καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλʼ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. ὀνόματα δὲ ἡμῖν ἀρκεῖἀρκεῖν Med. ἐκεῖνα ὁμολογεῖν, ἃ παρελάβομεν παρὰ τῆς ἁγιας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλʼ ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου