8
Ἀλλʼ ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵνʼ οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πότε ἀποκαθιστάνεὶς τὴν βασιλείαν τῷ Ἰσραήλ; φησίν, Οὐχ ἡμῶνὑμῶν F. ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις.