162
Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντιοὐδὲ σχόντι οὐδ’ ἔχοντι E. ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχριτοῦ add. E. νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά μετε E. ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος,Βάρουχος editi antiqi. εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαιλυθίήσεται editi antiqi. ῥᾳδίως τὰ δυσχερῆ.
Ἰοβίνῳ κόμητι