160
Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν;προσαγορεύουσιν E. ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένοςμίσος editi antiqi. τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται.
160
Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά μεμοι E. λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχειἐπέσχε editi antiqi. τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.
Ἀμφιλοχίῳ, χειροτονηθέντι ἐπισκόπῳ