152
Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι,οὗ παρὰ...καταρρᾳθυμῆσαιom. E. ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν δι’ ὄχλου γίνεσθαιγενέσθαι multi MSS. ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα παρ ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότωςτεθαρρηκότες editi antiqi. καὶ γράψομέν γε εἰςπρός editi antiqi. τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος.
Βίκτορι ἀπὸ ὑπάτων
153
Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.