151
Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα.βουλώμεθα editi antiqi. ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαισυμμετατίθεσθαι Harl., Reg. primus, et Vat. οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτεοὔτε οἵ τε E. οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπʼ αὐτὸνἐπ’ αὐτὸν ἑαυτῶν E. ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.
Οὐΐκτορι στρατηλάτῃ