151
Εἴ τι ὄφελος ἡμετέρωνὑμετέρων E. Vat. γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρωνἐγείρων E. ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετεεὑρήσετε editi antiqi. παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σουσοι E. αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων.