150
Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνεινσυντυγχάνειν Med. ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσινπροσοῦσιν E. αὐτῷ δυναμένῳ.
Εὐσταθίῳ ἀρχιάτρῳἀρχιητρῷ Harl., E.