138
Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς δι’ ἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧνὡς Harl., Med. πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν ᾖ τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.
Τοῖς Ἀλεξανδρεῦσιν