Ἀντιπάτρῳ
137
Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι>μῆνα ... προσκαθέζομαι om. E ἤδη om. Harl., Med., editi antiqi. προσκαθέσομαι editi antiqi. τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶναὐτοφυῶς θερμῶν om. E ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης.