120
Περὶ δὲ τῶν τυρευομένωνπορευομένων alii editi. ἢ καὶ ἤδη ἐσκευωρημένων καθʼ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσειἀνύσει E. Med., Reg. secundus. ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου, ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ πάπᾳ,πάππῳ Coisl. secundus, Reg. secundus. ἐπίσκοπον ἐχειροτόνησε, μηδὲ ψήφους δεξάμενος, καὶ τῷ τόπῳ χειροτονήσαςτῷ τόπῳ χειροτονήσας ... ἐμπλῆσαι καταχειροτονήσας... ἐμπληρῶσαι editi antiqi. τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου· ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. ἵναὅρα editi antiqi. τοίνυν μὴ καταψεύσωνται ἡμῶν,ὑμῶν E. μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. δῆλον δέ, ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.
Θεοδότῳ, ἐπισκόπῳ ΝικοπόλεωςἈρμενίας add. Harl. Ἀρμενίας μικρᾶς add. editi antiqi, nonnulli MSS.