117
Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.
Ἰοβίνῳ, ἐπισκόπῳ Πέρρης
118
Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. τοῦτο μὲν οὖν ἐστὶν αὐτὸ τὸ κεφάλαιον. τίς δὲ ἡ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον, ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳὅσον E. πατέρες εἰσὶ βελτίους παίδων.
Εὐσταθίῳ, ἐπισκόπῳ Σεβαστείας