117
Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα, ἐν ᾧ ἐσμέν, ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες ὦσινεἰσίν E. editi antiqi. οἱ ἐπιτάττοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον· ἐπεὶ ἐνῆν εἰπεῖν, ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς τῶντῶν om. E ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν.
117
Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶνπολλῶν om. Vat., Med. ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματοςπράγματος E. ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας ἡ φυλακὴ εἴη.