109
Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχουὑπάρχου conj. ed. Ben. μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται, συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι’ ἣν ὤχλησάἠνόχλησα conj. ed. Ben. σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.
Μοδέστῳ ὑπάρχῳ
110
Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως, τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαιγεγενέσθαι E. τῆς περιφανείας εὐχόμεθα. ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς, κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας.