102
Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. τὰ δὲ παρʼ ὑμῶς ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆν ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. ὅπως οὖν ἐπιδείξησθεἐπιδείξεσθε editi antiqi. τὴν καλὴν ταύτην φιλοτιμίαν, καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν,συγγενείας editi antiqi. λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς.
102
Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν, καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ δι’ ἡμῶνἡμᾶς editi antiqi. καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι.
Σαταλεῦσινἀνεπίγραφος ἐπὶ ἐκκλησίᾳ E.
103
Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦαὐτοῦ om. E τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖνἡμῖν editi antiqi. τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰςἐντολήν E. τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματιῥήματι editi antiqi. τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
Μοδέστῳ ὑπάρχῳ