Γρηγορίῳ ἑταίρῳΓρηγορίῳ ἐπισκοπῷ ἑταίρῳ ὅτι οὐχ ἱκανὸς ὁ λόγος πρὸς παράστασιν τῆς νοουμένης εὐσεβείας καὶ ἵνα συνηγορῇ τῇ ἀληθείᾳ. γρ. Εὐαγρίῳ πρεσβυτέρῳ E. τῷ αὐτῷ ὅτι οὐχ ἱκανὸς ὁ λόγος πρὸς παράστασιν τῆς νοουμένης εὐσεβείας A, B. τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γρηγόριον ὅτι οὐχ ἱκανὸς ὁ λόγος πρὸς παράστασιν τῆς νοουμένης εὐσεβείας ἴνα καὶ τῇ ἀληθείᾳ συνηγορῇ C, D. Γρηγορίῳ βασίλειος F.
7
Οὐδὲ τότεοὐδέποτε E. ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον.ζητούμενον A, B, C, D. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶκαὶom. C, D. ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει.