85
Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης (ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν.
85
Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.
Τῷ ἡγεμόνι
86
Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντακατά E. τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺςτούςom. E. φίλους εὖ ποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα, ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα, καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦἑαυτοῦ E, Med. κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις.