Σωφρονίῳ μαγίστρῳ
76
Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε,ἄν add. editi antiqi. καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόονεἰς ἀθρόον... παντελῆ εἰς ἀπώλειαν ἐχώρησε παντελῶς οὕτως ὡς ἡ ἡμετέρα... εἰς ἀθρόον ἦλθεν ἀφανισμόν editi antiqi. ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸνπολιτῶν Vat. σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸνκαταλιπόντες E, Harl., Reg. secundus, Clarom. τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι.