73
Καὶ ταῦτα λέγω, οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηταιὑπολίπηται E. ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. πάντως δὲ εἰ καὶ ὀμώμοσται σοὶ δοῦναι αὐτοὺςαὐτοῖς E. εἰςεἰςom. E. τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρʼ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων.
73
Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην.