73
Ἐπειδὴ οὖνδέ editi antiqi. προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι,διαδεχθῆναι E. ἀξιῶ τὸν σκοπὸν μαθεῖν, καθʼ ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. εἰ μὲν γὰρ αὐτὸς παρέσῃ καὶ αὐτὸς εἰσπράξῃεἰσπράξεις editi antiqi. τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται ; πλὴν ἀλλʼ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάν περ μὴ ἐξαρκέσωμενἐξαρκέσομεν editi antiqi. ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους ; τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι ; ἀλλʼ εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν, καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ εὐκαταφρόνητονἀκαταφρόνητον E. τῆς σεαυτοῦσῆς editi antiqi. ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφʼ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος.