5
Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους καὶ ἔτι ἀμφίβολος ὢν διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τῶν ἀνιαρῶν τὸν μηνυτὴν τὸ συμβὰν διηγήσασθαι, καὶ τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλλούμενα, ἐδεξάμην γράμμαγράμματα B. τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνονσημαίνοντα B. τὴν ἀπευκτὴν ἀγγελίαν. ἐφʼ ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον, τί χρὴ καὶ λέγειν; καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν ἢ μετρίῳ πάθειμετριωπαθῆ B, C, D, F. τὴν ψυχὴν καταληφθῆναι;