57
Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος, ἣνἧς C, D. ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτεἄν ποτε ἄμποτε E. παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης· ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλιβομένωνθλίψεων A, B, C, D. παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται,πεπλήρωνται A, B. καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. ὥστε ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν, καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν, ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. ἔπειταδὲ add. F. διεξίοντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες,κατεγγίζοντες E. δυσχεραίνομεν. οὕτω πᾶν ὅτιπερὅπερ E. ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον.