52
Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετεβαπτίζεται F. εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁ δὲ προτιθεὶςπροθεὶς A, B; προτιθεὶς τοῦ F. Υἱοῦ, ἢ πρεσβύτερονεἶναι add. A. B, F alia m. λέγων Πατρός, οὗτοςοὕτως E. ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίανκενοφωνίαν A, B, C, F. εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ·γάρom. A, B. Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖνκατάγειν E, F. καὶ ὑπερτιθέναι αὐτὸ ἢαὐτὸ ἢ αὐτὸ A, B; αὐτοῦ C, D. Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον ἢ κατὰ τὴν τάξιν.
52
Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμένεὕρωμεν C, D. τινα παρʼ ὑμῶν πληροφορίαν.