3
Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννήσοις,Ἀννίσοις B, C, D, F. οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιον τι πρὸς αὐτὸν εἰπὼνεἰπὼν om. E, F. ἐσχηκέναι, οὐοὐ om. A, B. προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρʼ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόονἀθρόως E. μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων, καὶ καταῤῥήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς.
3
Ἵνʼ οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν ἐπιτήδειοι πρὸς ἐπιχείρησιν, ἣν ἐν πᾶσι τοῖς πράγμασινπροστάγμασιν E. ἡμῶν σπουδὴν ἐπιδέδειξαι, καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. μόνως γὰρ ἂν ἡμῖν οὕτω τὸ ἄπραγμον σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳδικαστηρίῳ C. συντεταγμένοι εἴημεν. γένοιτο δʼ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.
Ὀλυμπίῳ