48
Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξανκατέστηξαν C. τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατονσμικρότατον C, D, E, F. προκύπτειν τῶν δωματίωνδωμάτων E. ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθένταςκαταχωσθέντες A, B, C, D; καταχωσθέντο (s fr. as rasura) F. δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶνΚαππαδοκῶν ἦθος C, D. καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.