47
Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν ἐκκλησίων καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι, κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθʼ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα, καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.
Εὐσεβίῳ ἐπισκόπῳ ΣαμοσάτωνΕὐσεβίῳ ἐπισκόπῳ E, F; τῷ αὐτῷ περὶ Δημοφίλου A, B; τῷ αὐτῷ ἀπολογία διὰ τὸ βαρὺ τοῦ χειμῶνος καὶ περὶ Δημοφίλου ἐπισκόπου μετανοεῖν φημιζομένου C, D.