2
Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳλεπτῷ C, F, Ed. Ben.; συμμέτρῳ A, B, E, F in marg. τῆς διαίτης· κατʼ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦαὐτῷ F. τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοιςἀτόποις A B. φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλʼ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸνἐν add. C. E. τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.
Κανδιδιανῷ