2
Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τῆς τροφῆς ἀξίως γινέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴντροφὰς C, E. εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλιςμόλις om. A, B, F. ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳἐργασίᾳ A, B. ἀπασχολεῖσθαιἀπασχολεῖν C; ἀποπληροῦν E. τὸν ἀσκητήν.