41
Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος ὁ σὸςσὸςom. E, F. περίβλεπτος τριβοῦνος, ὁ γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἢ ἐκείνους μόνους περιποιεῖσθαι οἷς ἡ μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν,ὑμῖν F. ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν.ἐπιχειρεῖς θεραπεύειν ἰατρεύειν ἐπιχειρεῖς F. Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς.
41
Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως,ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἃν κατέγνωςom. C, D, E.
Πρὸς Χίλωνα τὸν αὐτοῦ μαθητήνIn Codice Mazarinaeo ὁμιλία πρὸς etc.; τοῦ αὐτοῦ μεγάλου βασιλείου πρὸς Χείλωνα τὸν ἑαυτοῦ μαθητήν C; in Codice Regio 2895 haec leguntur: τινὲς τὸν λόγον τοῦτον τοῦ ἁγίου Νείλου εἶναι λέγουσι.