41
Καὶ ἡ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ ἡ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροικαθ’ ἑκάτερον C, D. δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς.στρατοπαιδευθείς C, D. ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοιἐξαποσταλῆναί σοιom. E, F, MSS. Jul. ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦταἡμῶν add. E. F. κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν,χορτασθῆναι F. οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳβραχυτάτῳ C, D. καὶ τῷ ἐξεστηκότι οἴνῳ· ὥστε μὴ ἐκθαμβούμεναἐκθαμβεῖσθαι C, D, E, MSS. Jul. ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι.