2
Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμεναπροκαλούμενα A, B, E. αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶαὐτὸν... καὶ ἡμᾶς εἰς κακίαν A, B, E. τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ.