9.19
ὡς οἵ γε τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, γινόμενοι editi antiqui. παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ’ ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, προσπεριλάβωνται codex Combef. τοῦ ἴσου δέονται ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι· Πλούτου δ’ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.
9.20
τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον λέγοντι· Οὐκ ἔραμαι πλουτεῖν οὔτ’ εὔχομαι, ἀλλά μοι εἴη Ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
9.20
Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν· ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι.
9.21
ἡμῖν δὲ ἄρα εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἐσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει. ἀλλ̓, οἶμαι, προσήκει προσήκειν tres MSS. ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν εὖ εὖ add. editio Paris. διατίθεσθαι. τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει·
9.22
ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται, πειραθῆναι.