Kitap 8
16.1
Τοιαῦτ’ ἦν τὰ διὰ παντὸς τοῦ διωγμοῦ παρατετακότα, δεκάτῳ μὲν ἔτει σὺν θεοῦ χάριτι παντελῶς πεπαυμένου, λωφᾶν γε μὴν μετ’ ὄγδοον ἔτος ἐναρξαμένου. ὡς γὰρ τὴν εἰς ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεω ἡ θεία καὶ οὐράνιος χάρις ἐνεδείκνυτο, τότε δῆτα καὶ οἱ καθ’ ἡμᾶς ἄρχοντες, αὐτοὶ δὴ ἐκεῖνοι δι’ ὧν πάλαι τὰ τῶν καθ’ ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξότατα μεταθέμενοι τὴν γνώμην, παλινῳδίαν ᾖδον χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ διατάγμασιν ἡμερωτάτοις τὴν ἐπὶ μέγα ἁφθεῖσαν τοῦ διωγμοῦ πυρκαϊὰν σβεννύντες.
16.2
οὐκ ἀνθρώπινον δέ τι τούτου κατέστη αἴτιον οὐδ’ οἶκτος, ὡς ἂν φαίη τις, ἢ φιλανθρωπία τῶν ἀρχόντων· πολλοῦ δεῖ· πλείω γὰρ ὁσημέραι καὶ χαλεπώτερα ἀρχῆθεν καὶ εἰς ἐκεῖνο τοῦ καιροῦ τὰ καθ’ ἡμῶν αὐτοῖς ἐπενοεῖτο, ποικιλωτέραις μηχαναῖς ἄλλοτε ἄλλως τὰς καθ’ ἡμῶν αἰκίας ἐπικαινουργούντων· ἀλλ’ αὐτῆς γε τῆς θείας προνοίας ἐμφανὴς ἐπίσκεψις, τῷ μὲν αὐτῆς καταλλαττομένης λαῷ, τῷ δ’ αὐθέντῃ τῶν κακῶν ἐπεξιούσης καὶ πρωτοστάτῃ τῆς τοῦ παντὸς διωγμοῦ κακίας ἐπιχολουμένης.
16.3
καὶ γὰρ εἴ τι ταῦτ’ ἐχρῆν κατὰ θείαν γενέσθαι κρίσιν, ἀλλά οὐαί, φησὶν ὁ λόγος, δι’ οὗ δ’ ἂν τὸ σκάνδαλον ἔρχηται. μέτεισιν δ’ οὖν αὐτὸν θεήλατος κόλασις, ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα.