Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 7

32.9 ὃ δὲ μαθών, σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι δωρεᾶς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς ἀξιώσεώς γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. ὃ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγών, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιάν, ὡς δ’ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ’ οὐ τούτῳ γε, φησίν, ἀντιλέξειν ποθ’ ὑμᾶς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῇ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο, συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην, ὅσον οὔπω τεθνηξομένους, παρ’ ἑαυτοῖς ἔχομεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι; τοιούτοις τισὶν λογισμοῖς πείσας τὸ συνέδριον,
32.10 ψῆφον πρῶτος ἀναστὰς ἐκφέρει πᾶν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε γυναικῶν γένος ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi