Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 7

21.3 πρὸς γοῦν τὰ ἐμαυτοῦ σπλάγχνα, τοὺς ὁμοσκήνους καὶ συμψύχους ἀδελφοὺς καὶ τῆς αὐτῆς πολίτας ἐκκλησίας, ἐπιστολιμαίων δέομαι γραμμάτων, καὶ ταῦθ’ ὅπως διαπεμψαίμην, ἀμήχανον φαίνεται. ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερορίαν, ἀλλὰ καὶ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη, ἢ τὴν Ἀλεξάνδρειαν ἀπ’ αὐτῆς τῆς Ἀλεξανδρείας ἐπέλθοι.
21.4 τῆς γὰρ ἐρήμου τῆς πολλῆς καὶ ἀτριβοῦς ἐκείνης ἣν ἐν δυσὶν γενεαῖς διώδευσεν ὁ Ἰσραήλ, ἄπειρος μᾶλλον καὶ ἄβατός ἐστιν ἡ μεσαιτάτη τῆς πόλεως ὁδός· καὶ τῆς θαλάσσης ἣν ἐκεῖνοι ῥαγεῖσαν καὶ διατειχισθεῖσαν ἔσχον ἱππήλατον καὶ ἐν τῇ λεωφόρῳ κατεποντίσθησαν Αἰγύπτιοι, οἱ γαληνοὶ καὶ ἀκύμαντοι λιμένες γεγόνασιν εἰκών, πολλάκις φανέντες ἀπὸ τῶν ἐν αὐτοῖς φόνων οἷον ἐρυθρὰ θάλασσα·
21.5 ὁ δ’ ἐπιρρέων ποταμὸς τὴν πόλιν ποτὲ μὲν ἐρήμου τῆς ἀνύδρου ξηρότερος ὤφθη καὶ μᾶλλον αὐχμώδης Deut. 8, 15; Ps. 78, 20 ἐκείνης ἣν διαπορευόμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὡς Μωσῆ μὲν καταβοᾶν, ῥυῆναι δ’ Ps. 136, 4; Wisdom 11, 4 αὐτοῖς παρὰ τοῦ θαυμάσια ποιοῦντος μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν·
21.6 ποτὲ δὲ τοσοῦτος ἐπλήμμυρεν ὡς πᾶσαν τὴν περίχωρον τάς τε ὁδοὺς καὶ τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ Νῶε γενομένης τοῦ ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπειλήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις καὶ καταποντισμοῖς κάτεισιν μεμιασμένος, οἷος ὑπὸ Μωσῆ γέγονεν τῷ Φαραώ, Ex. 7, 20, 21 μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi