Kitap 7
arg
Κ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων.
arg
ΚΑ Περὶ τῆς ἐπισκηψάσης νόσου.
arg
ΚΒ Περὶ τῆς Γαλλιήνου βασιλείας.
arg
ΚΓ Περὶ Νέπωτος καὶ τοῦ κατ’ αὐτὸν σχίσματος.
arg
ΚΔ Περὶ τῆς Ἰωάννου ἀποκαλύψεως.
arg
ΚΕ Περὶ τῶν ἐπιστολῶν Διονυσίου.
arg
ΚΣ Περὶ Παύλου τοῦ Σαμοσατέως καὶ τῆς ἐν Ἀντιοχείᾳ συστάσης ὑπ’ αὐτοῦ αἱρέσεως.
arg
ΚΖ Περὶ τῶν τότε γνωριζομένων διαφανῶν ἐπισκόπων.
arg
ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη.
arg
ΚΘ Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι τότε ἀρξαμένης.
arg
Λ Περὶ τῶν καθ’ ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιαστικῶν ἀνδρῶν τίνες τε αὐτῶν μέχρι τῆς τῶν ἐκκλησιῶν πολιορκίας διέμειναν.
praef.1
Τὸν ἕβδομον τῆς ἐκκλησιαστικῆς ἱστορίας αὖθις ὁ μέγας ἡμῖν Ἀλεξανδρέων ἐπίσκοπος Διονύσιος ἰδίαις φωναῖς συνεκπονήσει, τῶν καθ’ ἑαυτὸν πεπραγμένων ἕκαστα ἐν μέρει δι’ ὧν καταλέλοιπεν ἐπιστολῶν ὑφηγούμενος· ἐμοὶ δ’ ὁ λόγος ἐντεῦθεν ποιήσεται τὴν ἀρχήν.
1.1
Δέκιον οὐδ’ ὅλον ἐπικρατήσαντα δυεῖν ἐτοῖν χρόνον αὐτίκα τε ἅμα τοῖς παισὶν κατασφαγέντα Γάλλος διαδέχεται· Ὠριγένης ἐν τούτῳ ἑνὸς δέοντα τῆς ζωῆς ἑβδομήκοντα ἀποπλήσας ἔτη, τελευτᾷ. γράφων γέ τοι ὁ Διονύσιος Ἑρμάμμωνι, περὶ τοῦ Γάλλου ταῦτα φάσκει· ἀλλ’ οὐδὲ Γάλλος ἔγνω τὸ Δεκίου κακὸν οὐδὲ προεσκόπησεν τί ποτ’ ἐκεῖνον ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον· ὃς εὖ φερομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων τῶν πραγμάτων, τοὺς ἱεροὺς ἄνδρας, τοὺς περὶ τῆς εἰρήνης αὐτοῦ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεόν, ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξεν καὶ τὰς ὑπὲρ αὐτοῦ προσευχάς.