Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 6

41.15 ὧν πρῶτος Ἰουλιανός, ἄνθρωπος ποδαγρός, μὴ στῆναι, μὴ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν προσήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο, ὁ δ’ ἕτερος, Κρονίων ὀνόματι, ἐπίκλην δὲ Εὔνους, καὶ αὐτὸς ὁ πρεσβύτης Ἰουλιανὸς ὁμολογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως, μεγίστης οὔσης ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ, περικεχυμένου τοῦ δήμου παντός, κατετάκησαν.
41.16 στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθείς, ἐκβοησάντων ἐκείνων προσαχθεὶς ὁ ἀνδρειότατος ὁπλομάχος τοῦ θεοῦ Βησᾶς κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας, ἀπετμήθη τὴν κεφαλήν.
41.17 καί τις ἕτερος, τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς see Matt. 5, 10, 11 Μάκαρ, προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ πρὸς ἄρνησιν γενομένης, οὐχ ὑπαχθεὶς ζῶν καταπέφλεκται. Ἐπίμαχός τε μετ’ αὐτοὺς καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας διενεγκόντες ἀλγηδόνας ξυστῆρας μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi