Kitap 6
25.1
Τὸν μέν γε πρῶτον ἐξηγούμενος Ψαλμόν, ἔκθεσιν πεποίηται τοῦ τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως γράφων κατὰ λέξιν· οὐκ ἀγνοητέον δ’ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασιν, δύο καὶ εἴκοσι, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστίν.
25.2
Εἶτα μετά τινα ἐπιφέρει λέγων· εἰσὶν δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· ἡ παρ’ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δ’ Ἑβραίοις ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου Βρησιθ, ὅπερ ἐστὶν ἐν ἀρχῇ· Ἔξοδος, Ουελλεσμωθ, ὅπερ ἐστὶν ταῦτα τὰ ὀνόματα· Λευιτικόν, Ουϊκρα, καὶ ἐκάλεσεν· Ἀριθμοί, Αμμεσφεκωδειμ· Δευτερονόμιον, Ελλεαδδεβαρειμ, οὗτοι οἱ λόγοι· Ἰησοῦς υἱὸς Ναυῆ, Ιωσουεβεννουν· Κριταί, Ῥούθ, παρ’ αὐτοῖς ἐν ἑνί, Σωφτειμ· Βασιλειῶν α β, παρ’ αὐτοῖς ἕν, Σαμουηλ, ὁ θεόκλητος· Βασιλειῶν γ δ ἐν ἑνί, Ουαμμελχδαυιδ, ὅπερ ἐστὶν βασιλεία Δαυίδ· Παραλειπομένων α β ἐν ἑνί, Δαβρηϊαμειν ὅπερ ἐστὶν λόγοι ἡμερῶν· Ἔζρας α β ἐν ἑνί, Εζρα, ὅ ἐστιν βοηθός· βίβλος Ψαλμῶν, Σφαρθελλειμ· Σολομῶνος παροιμίαι, Μελωθ· Ἐκκλησιαστής, Κωελθ· Ἆισμα ᾀσμάτων (οὐ γάρ, ὡς ὑπολαμβάνουσίν τινες, Ἄισματα ᾀσμάτων), Σιρασσιρειμ· Ἡσαΐας, Ιεσσια· Ἱερεμίας σὺν Θρήνοις καὶ τῇ Ἐπιστολῇ ἐν ἑνί, Ιερεμια· Δανιήλ, Δανιηλ· Ἰεζεκιήλ, Ιεζεκιηλ· Ἰώβ, Ιωβ· Ἐσθήρ, Εσθηρ. ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκά, ἅπερ ἐπιγέγραπται Σαρβηθσαβαναιελ.
25.3
Ταῦτα μὲν οὖν ἐν τῷ προειρημένῳ τίθησι συγγράμματι· ἐν δὲ τῷ πρώτῳ τῶν εἰς τὸ κατὰ Ματθαῖον, τὸν ἐκκλησιαστικὸν φυλάττων κανόνα, μόνα τέσσαρα εἰδέναι εὐαγγέλια μαρτύρεται, ὧδέ πως γράφων·