Kitap 1
10.7
ἀλλὰ γὰρ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Mark 3, 14 ff. οὐ μετὰ πλεῖστον τῆς καταρχῆς τοῦ κηρύγματος Luke 6, 13. 9, 1 ff. τοὺς δώδεκα ἀποστόλους ἀνακαλεῖται, οὓς καὶ μόνους τῶν λοιπῶν αὐτοῦ μαθητῶν κατά τι γέρας ἐξαίρετον ἀποστόλους ὠνόμασεν, καὶ αὖθις ἀναδείκνυσιν Luke 10, 1 ἑτέρους ἑβδομήκοντα, οὓς καὶ αὐτοὺς ἀπέστειλεν ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ πόλιν οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
11.1
Matt. 14, 1-12 Οὐκ εἰς μακρὸν δὲ τοῦ βαπτιστοῦ Ἰωάννου Mark 6, 14-29 ὑπὸ τοῦ νέου Ἡρῴδου τὴν κεφαλὴν ἀποτμηθέντος Luke 3, 19. 20. 9, 7-9 μνημονεύει μὲν καὶ ἡ θεία τῶν εὐαγγελίων γραφή, συνιστορεῖ γε μὴν καὶ ὁ Ἰώσηπος, ὀνομαστὶ τῆς Joseph. A. I. 18, 109-114 τε Ἡρῳδιάος μνήμην πεποιημένος καὶ ὡς ἀδελφοῦ γυναῖκα οὖσαν αὐτὴν ἠγάγετο πρὸς γάμον Ἡρῴδης, ἀθετήσας μὲν τὴν προτέραν αὐτῷ κατὰ νόμους γεγαμημένην (Ἀρέτα δὲ ἦν αὕτη τοῦ Πετραίων βασιλέως θυγάτηρ), τὴν δὲ Ἡρῳδιάδα ζῶντος διαστήσας τοῦ ἀνδρός· δι’ ἣν καὶ τὸν Ἰωάννην ἀνελὼν πόλεμον αἴρεται πρὸς τὸν Ἀρέταν, ὡς ἂν ἠτιμασμένης αὐτῷ τῆς θυγατρός,
11.2
ἐν ᾧ πολέμῳ μάχης γενομένης πάντα φησὶν τὸν Ἡρῴδου στρατὸν διαφθαρῆναι καὶ ταῦτα πεπονθέναι τῆς ἐπιβουλῆς ἕνεκεν τῆς κατὰ τοῦ Ἰωάννου γεγενημένης. Joseph. A. I. 18, 117. 18, 240-255