Thesauros Edebiyat theology Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία

Ἐκκλησιαστικὴ ἱστορία Eusebius of Caesarea, Bishop of Caesarea ca. 260-ca. 340

Kitap 1

5.5 Ἰούδας Joseph. A. I. 18, 4 δέ, Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμαλά, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπ’ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος.
5.6 καὶ ἐν τῇ Joseph. B. I. 2, 118 δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει· ἐπὶ τούτου τις ἀνὴρ Γαλιλαῖος Ἰούδας ὄνομα εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, κακίζων εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομενοῦσιν καὶ μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας. ταῦτα ὁ Ἰώσηπος.
6.1 Τηνικαῦτα δὲ καὶ τοῦ Ἰουδαίων ἔθνους Ἡρῴδου πρώτου τὸ γένος ἀλλοφύλου διειληφότος τὴν βασιλείαν ἡ διὰ Μωυσέως περιγραφὴν ἐλάμβανεν Gen. 49, 10 προφητεία οὐκ ἐκλείψειν ἄρχοντα ἐξ Ἰούδα οὐδὲ ἡγούμενον ἐκ τῶν μηρῶν αὐτοῦ φήσαοα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, ὃν καὶ ἀποφαίνει προσδοκίαν ἔσεσθαι ἐθνῶν.
6.2 ἀτελῆ γέ τοι τὰ τῆς προρρήσεως ἦν καθ’ ὃν ὑπὸ τοῖς οἰκείοις τοῦ ἔθνους ἄρχουσι διάγειν αὐτοῖς ἐξῆν χρόνον, ἄνωθεν ἐξ αὐτοῦ Μωυσέως καταρξαμένοις καὶ εἰς τὴν Αὐγούστου βασιλείαν διαρκέσασιν, καθ’ ὃν πρῶτος ἀλλόφυλος Ἡρῴδης τὴν κατὰ Ἰουδαίων ἐπιτρέπεται Joseph. A. I. 14, 8. 121; B. I. 1, 123. 181 ὑπὸ Ῥωμαίων ἀρχήν, ὡς μὲν Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος ὢν κατὰ πατέρα τὸ γένος Ἀράβιος δὲ κατὰ μητέρα, ὡς δ’ Ἀφρικανός (οὐχ ὁ τυχὼν δὲ καὶ οὗτος γέγονε συγγραφεύς), φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον (τοῦτον δ’ εἶναι αὐτῷ πατέρα) Ἡρῴδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεὼ τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων γεγονέναι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi