Thesauros Edebiyat theology τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος

τίς ὁ σωζόμενος πλούσιος Clement of Alexandria, Saint approximately 150-approximately 215
31 Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐνοχλεῖσθαι περιμένειν, ἀλλὰ αὐτὸν ζητεῖν τοὺς εὖ πεισομένους ἀξίους τε ὄντας τοῦ σωτῆρος μαθητάς. καλὸς μὲν οὖν καὶ ὁ τοῦ ἀποστόλου λόγος· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός, χαίροντα τῷ διδόναι καὶ μὴ φειδομένωςφειδομένως (from 2 Cor. ix. 6) Segaar. φειδόμενον MS. σπείροντα, ἵνα μὴ οὕτως καὶ θερίσῃ, δίχα γογγυσμῶν καὶ διακρίσεως καὶ λύπης καὶ καὶ Segaar. κοινωνοῦντα, ὅπερ ἐστὶν εὐεργεσία καθαρά.καθαρά Segaar. καθά MS. κρείττων δ’ ἐστὶ τούτου ὁ τοῦ κυρίου λελεγμένος ἐν ἄλλῳ χωρίῳ· παντὶ τῷ αἰτοῦντί σε δίδου· θεοῦ γὰρ ὄντως ἡ τοιαύτη φιλοδωρία. οὑτοσὶ δὲ ὁ λόγος ὑπὲρ ἅπασάν ἐστι θεότητα, μηδὲ αἰτεῖσθαι περιμένειν, ἀλλ’ αὐτὸν ἀναζητεῖν ὅστις ἄξιος εὖ παθεῖν, ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον σκηνήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi