Kitap 8
5.16
Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δόγμασι πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα. καὶ τὸ μὲν δόγμα ἐστὶ κατάληψίς τις λογική. κατάληψις δὲ ἕξις καὶ συγκατάθεσις τῆς διανοίας.
5.16
Οὐ μόνον οἱ ἐφεκτικοί. ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν.
5.16
Αἱ τῶν ζητήσεων ἔφοδοι καὶ ἀρχαὶ περὶ ταῦτα καὶ ἐν τούτοις εἰσίν.