Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 8

1.1 ἀλλ᾿ οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο, ἦ πού γ᾿ ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀντεχόμενοι φιλοσοφίας, οἷς ἄντικρυς ἡ γραφὴ εὑρέσεως χάριν ἐπὶ τὸ διερευνᾶσθαι τὸ ζητεῖν παρεγγυᾷ· οἱ μὲν γ]ρ νεώτεροι τῶν παρ᾿ Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα »ζητεῖτε« εἶπεν »καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν«. κρούει μὲν οὖν κατὰ τὴν ζήτησιν ὁ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν λόγος τὴν θύραν τῆς ἀληθείας κατὰ τὸ φαινόμενον, διοιχθέντος δὲ τοῦ ἐμποδὼν κατὰ τὴν ἔρευναν ἐπιστημονικὴ ἐγγίνεται θεωρία.
1 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi