Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 7

14.87 ἀλλ᾿ ο(??)ον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς [ἁγίῳ] γεγονότι. διόπερ »ἐδικαιώθητε« φησὶ »τῷ ὀνόματι τοῦ κυρίου«· ἐποιήθητε ὡς εἰπεῖν ὑπ᾿ αὐτοῦ δίκαιοι [εἶναι] ὡς αὐτός. καὶ »τῷ πνεύματι τῷ ἁγίῳ« ὡς ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε. μὴ γὰρ οὐ »πάντα μοι ἔξεστιν. ἀλλ᾿ οὐκ ἐξουσιασθήσομαι«. φησί. παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι; »τὰ δὲ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν«. ἃ »ὁ θεὸς καταργήσει«, τουτέστιν τοὺς οὕτω λογιζομένους καὶ βιοῦντας ὡς διὰ τὸ ἐσθίειν γενομένους, μὴ οὐχὶ δὲ ἐσθίοντας ἵνα ζῶσι μὲν κατὰ τὸ ἀκόλουθον, κατὰ δὲ τὸ προηγούμενον τῇ γνώσει προσανέχοντας. καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί; σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου. ὁ πνευματικὸς καὶ ἄγιος χορός. ἐξ ὧν οἱ τὸ ὄνομα ἐπικεκλημένοι μόνον. βιοῦντες δὲ οὐ κατὰ λόγον. σάρκες εἰσί. »τὸ δὲ σῶμα« τοῦτο τὸ πνευματικόν. τουτέστιν ἡ ἁγία ἐκκλησία. »οὐ τῇ πορνείᾳ« οὐδὲ τῇ ἀπὸ τοῦ εὐαγγελίου ἀποστασίᾳ πρὸς τὸν ἐθνικὸν βίον κατ᾿ οὐδένα τρόπον οὐδ᾿ ὁπωστιοῦν οἰκειωτέον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi