Kitap 7
11.67
οὔτ᾿ οὖν φόβῳ τῶν μειζόνων δεινῶν τὰ ἐλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ᾿ αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ. ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἑκόντες πείθονται τῇ κλήσει. μηδένα ἕτερον σκοπὸν ἑλόμενοι ἢ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ ἆθλα τῶν πόνων. οἳ μὲν γὰρ φιλοδοξίᾳ, οἳ δὲ εὐλαβείᾳ κολάσεως ἄλλης δριμυτέρας, οἳ δὲ διά τινας ἡδονὰς καὶ εὐφροσύνας τὰς μετὰ θάνατον ὑπομένοντες παῖδες ἐν πίστει. μακάριοι μέν, οὐδέπω δὲ ἄνδρες ἐν ἀγάπῃ τῇ πρὸς τὸν θεὸν καθάπερ ὁ γνωστικὸς γεγονότες (εἰσὶ γάρ, εἰσὶ καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς. οὕτως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν στέφανοι ἀνδρῶν τε καὶ παίδων)· ἡ δὲ ἀγάπη αὐτὴ δι᾿ αὑτὴν αἱρετή, οὐ δι᾿ ἄλλο τι. σχεδὸν οὖν τῷ γνωστικῷ μετὰ γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αὔξεται. μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.