Kitap 7
9.54
πάντοθεν ἄρα μαρτυρεῖ τῇ ἀληθείᾳ μόνος ὁ γνωστικὸς καὶ ἔργῳ καὶ λόγῳ· ἀεὶ γὰρ κατορθοῖ ἐν πᾶσι πάντως, καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ.
9.54
Αὕτη μὲν οὖν, ὡς ἐν ἐπιδρομῇ φάναι, ἡ τοῦ Χριστιανοῦ θεοσέβεια. εἰ δὴ καθηκόντως ταῦτα ποιεῖ καὶ κατὰ λόγον τὸν ὀρθόν, εὐσεβῶς ποιεῖ καὶ δικαίως. εἰ δὲ ταῦτα οὕτως ἔχει. μόνος ἂν εἴη τῷ ὄντι εὐσεβής τε καὶ δίκαιος καὶ θεοσεβὴς ὁ γνωστικός. οὐκ ἄρα ἄθεος ὁ Χριστιανός (τουτὶ γὰρ ἦν τὸ προκείμενον ἐπιδεῖξαι τοῖς φιλοσόφοις), ὥστε οὐδὲν κακὸν ἢ αἰσχρόν, ὅ ἐστιν ἄδικον, κατὰ μηδένα τρόπον ἐνεργήσει ποτέ. ἀκολούθως τοίνυν οὐδὲ ἀσεβεῖ, ἀλλ᾿ ἢ μόνος τῷ ὄντι θεοσεβεῖ ὁσίως καὶ προσηκόντως, τὸν ὄντως ὄντα θεὸν πανηγεμόνα καὶ παμ βασιλέα καὶ παντοκράτορα κατὰ τὴν ἀληθῆ θεοσέβειαν ὁσίως προστρεπόμενος.