Kitap 7
3.19
ταύτῃ καὶ μεταδοτικὸς οὗν (??)ν ᾖ κεκτημένος φιλάνθρωπός τε, μισοπονηρότατος ὢν κατὰ τὴν τελείαν ἀποστροφὴν κακουργίας ἁπάσης. μαθεῖν ἄρα δεῖ πιστὸν εἶναι καὶ ἑαυτῷ καὶ τοῖς πέλας καὶ ταῖς ἐντολαῖς ὑπήκοον. οὗτος γάρ ἐστιν »ὁ θεράπων τοῦ θεοῦ« ὁ ἑκὼν ταῖς ἐντολαῖς ὑπαγόμενος. ὁ δὲ ἤδη μὴ διὰ τὰς ἐντολάς. δι᾿ αὐτὴν δὲ τὴν γνῶσιν »καθαρὸς τῇ καρδίᾳ«, »φίλος« οὗτος »τοῦ θεοῦ«. οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες. οὔτε γενομένοις. ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν. φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ᾿ ἂν ἦν ἔθ᾿ ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ [τῆς] τῶν συμβάντων καὶ τῆς ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίνεται· ἀλλ᾿ οὐδ᾿ ἐκ παιδείας τῆς ἐγκυκλίου· ἀγαπητὸν γὰρ εἰ παρασκευάσαι μόνον τὴν ψυχὴν καὶ διακονῆσαι δύναιτο. οἱ νόμοι γὰρ οἱ πολιτικοὶ μοχθηρὰς ἴσως πράξεις ἐπισχεῖν οἷοί τε,
3.20
ἀλλ᾿ οὐδὲ αὐτοὶ οὐδὲ οἱ λόγοι οἱ πειστικοὶ ἐπιπόλαιοι ὄντες ἐπιστημονικὴν τῆς ἀληθείας διαμονὴν παράσχοιεν ἄν. φιλοσοφία δὲ ἡ Ἑλληνικὴ οἷον προκαθαίρει καὶ προεθίζει τὴν ψυχὴν εἰς παραδοχὴν πίστεως, ἐφ᾿ ᾗ τὴν γνῶσιν ἐποικοδομεῖ ἡ ἀλήθεια.