Kitap 7
3.18
εἴδη δὲ τῆς ἀνδρείας καρτερία, μεγαλοφροσύνη, μεγαλοψυχία, ἐλευθεριότης καὶ μεγαλοπρέπεια. [καὶ] δι᾿ ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικὸς οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις· σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων καλῶν ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει πάντα πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ. δικαιοσύνης γὰρ αὐτοῦ πρῶτον ἔργον τὸ μετὰ τῶν ὁμοφύλων φιλεῖν διάγειν καὶ συνεῖναι τούτοις ἔν τε γῇ καὶ οὐρανῷ.